οἴ, στονόεσσα πλαγά.καὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον.ἄνιʼ ἄνια.καί μοι γενείου πέρθε λευκήρη τρίχα.ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.ἀύτει δʼ ὀξύ.καὶ τάδʼ ἔρξω.πέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.ἄνιʼ ἄνια.καὶ ψάλλʼ ἔθειραν καὶ κατοίκτισαι στρατόν.ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.διαίνου δʼ ὄσσε.τέγγομαί τοι.βόα νυν ἀντίδουπά μοι.οἰοῖ οἰοῖ.αἰακτὸς ἐς δόμους κίε.ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.ἰωὰ δὴ κατʼ ἄστυ.ἰωὰ δῆτα, ναὶ ναί.γοᾶσθʼ ἁβροβάται.ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.ἰὴ ἰὴ τρισκάλμοισιν,ἰὴ ἰή, βάρισιν ὀλόμενοι.πέμψω τοί σε δυσθρόοις γόοις.