αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον.τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι.Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς.Εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;Τὰν μὲν Κυπρίαν Ἀφροδίτανσταγόνων προπεσοῦσαν ἀπ’ αἰθέροςἀνεθρέψατο χόσμιον ἁρμογὰνἁλίοις ἐνὶ κύμασι Νηρεύς.τὰν δ’ Ὠχεανοῦ παρὰ παγαῖςΖανὸς παράκοιτιν Ὀλυμπίουλευκώλενον εὐρέσι κόλποιςἭραν ἐτιθήνατο Τηθύς.κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτουἐλόχευσε κόρας ἄτρομον φυὰνΚρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων,τὰν ἐγρεκύδοιμον ᾿Αθάναν.τὰν δ’ ἁμετέραν θεὸν ὀλβίανὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαιςπρώταν ἐλόχευσεν Ὁφίων.ὅτ’ ἐπαύσατο μὲν σκότιον χάοςἀνέτειλέ τε λαμπέτις ἀὼςκαὶ παμφαὲς ἀελίου σέλας.τότε καὶ Ποδάγρας ἐφάνη κράτος.ὅτε γὰρ λαγόνων σε τεκοῦσαΜοῖρα Κλωθὼ τότ’ ἔλουσεν,ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ,μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ·τὰν δ’ εὐγλαγέτοις ἐνὶ μαξοῖςεὔολβος ἐθρέψατο Πλούτων.Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους;Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου,οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν,οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα,οὐδ’ ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων·ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθοςκαὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει,τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,ἀφανές, κρύφιον. δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,