πόδα, γόνυ, κοτύλην. ἀστραγάλους. ἰσχία. μηρούς,χέρας, ὠμοπλάτας, βραχίονας, κορωνά, καρποὺςἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυρο,. μαλάσσει,μέχρις ἂν ἡ θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ.Εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένωνἔλαθον ὑπάρχων; τοιγὰρ ἧκε πρευμενὴςδαίμων φανεῖσα. σὺν δ’ ἐγὼ μύσταις ὁμοῦὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος.Σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω,καὶ πᾶς ποδαγρῶν εὐφημείτω.ἴδε, πρὸς θυμέλας ἡ κλινοχαρὴςβαίνει δαίμων σκίπωνι βάσινστηριξομένη. χαίροις μακάρωνπολὺ πραοτάτη καὶ σοῖς προπόλοιςἵλαος ἔλθοις ὄμματι φαιδρῷ.δοίης δὲ πόνοις λύσιν ὠκεῖανταῖσδ’ εἰαριναῖσιν ἐν ὥραις.Τίς τὴν ἀνίκητόν με δεσπότιν πόνωνοὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν;ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεταιοὔτε χυθὲν αἷμα βωμίοις παρ’ ἐμπύροις,οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν,ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει,πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν.οὐ παῖς ὁ Φοίβου πολυμαθὴς Ἀσκληπιός.ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος,τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος,κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα.ἄλλος γὰρ ἄλλην ἐπ’ ἐμὲ πειράξει τέχνην·τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοικαὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην.ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα,ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον,ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων.σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν,ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια,ψύλλιον, λίβανον. ῥίζαν ἑλλεβόρου, νίτρον,τῆλιν μετ’ οἴνου, γυρίνην, κολλάμφακον,κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην,χράμβης ἀπέφθου φύλλα, γύψον ἔκ Πάρου,