ὦ στυγνὸν οὔνομʼ, ὦ θεοῖς στυγούμενον,ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον,ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοιςΜέγαιρʼ Ἐρινὺς γαστρὸς ἐξεγείνατομαζοῖσί τʼ ἐξέθρεψε, καὶ πικρῷ βρέφειεἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα,τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄραεἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος.εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσιςβροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει,οὐ Τάνταλον ποτοῖσιν, οὐδʼ Ἰξίονατροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακόταςτοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις,ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμαςχειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσειςἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆςπνεύματι βιαίῳ τόδε διασφίγγον πόρουςἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους.σπλάγχνων δʼ ἐπʼ αὐτῶν διάπυρον τρέχει κακόν,δίναισι φλογμῶν σάρκα πυρπολούμενον,ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸςἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος,ὅπου δυσεξέλικτα κυματούμενοςσήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων.ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος,ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομενἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι.ἀνὰ Δίνδυμον ΚυβήβηςΦρύγες ἔνθεον ὀλολυγὴνἁπαλῷ τελοῦσιν Ἄττῃ,καὶ πρὸς μέλος κεραύλουΦρυγίου κατʼ ὄρεα Τμώλουκῶμον βοῶσι Λυδοί·παραπλῆγες δʼ ἀμφὶ ῥόπτροιςκελαδοῦσι Κρητὶ ῥυθμῷνόμον Κορύβαντες εὐάν.κλάζει βρίθουσα σάλπιγξἌρει κρέκουσα θούρῳ