πολεμηίαν ἀϋτήν.ἡμεῖς δὲ σοί, Ποδάγρα,πρώταις ἔαρος ἐν ὥραιςμύσται τελοῦμεν οἴκτους,ὅτε πᾶς χλοητόκοισιποίαις τέθηλε λειμών,Ζεφύρου δὲ δένδρα πνοιαῖςἁπαλοῖς κομᾷ πετήλοις,ἁ δύσγαμος κατʼ οἴκουςμερόπων θροεῖ χελιδών,καὶ νυκτέροις καθʼ ὕλαντὸν Ἴτυν στένει δακρύουσʼἈτθὶς γόοις ἀηδών.ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸςμοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μουβάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄποκαὶ λίπε μελάθρων τὴν ὑπώροφον στέγην.σκέδασον δʼ ἀπʼ ὄσσων νύχιον ἀέρος βάθοςμολὼν θύραζε καὶ πρὸς ἡλίου φάοςἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον·δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει,ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχαεὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας.ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάραβάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ,δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις.ὅμως δʼ ἐπείγου, θυμέ, γιγνώσκων ὅτιπτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃκαὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει.ἀλλʼ εἶα.τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν,κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς;τίνι δαιμόνων ἄγουσι κωμαστὴν χορόν;μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας;ἀλλʼ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης.ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται;ἀλλ’ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις.τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε;