δοιδυκοφόβα, γονυκαυσαγρύπνα,περικονδυλοπωρυφίλα,γονυκαμψεπίκυρτε Ποδάγρα.Δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί,ἄκου’, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω,ἀλλ’ ἔστι πρᾶξις τῶν λόγων συνέμπορος·ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶπόλεις ἰχνεύων πάντας ἠρεύνων δόμουςμαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος.καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένανικωμένων, ἄνασσα, σαῖν βίᾳ χεροῖν,δύω δὲ τώδε φῶτε τολμηρὼ θράσειἐφραξέτην λαοῖσι καὶ κατωμνύτην.ὡς οὐκέτ’ ἔστι σὸν κράτος σεβάσμιον,ἀλλ’ ἔκβολον βροτῶν σε θήσουσιν βίου.διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδαπεμπταῖος ἥκω στάδια διανύσας δύο.Ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι.τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼνἥκεις; σαφῶς μήνυσον, ὡς εἰδῶ τάχος.Πρῶτον μὲν ἔλιπον πέντε βαθμῶν κλίμακα,ξύλων τρέμουσαν διαλύτοισιν ἁρμογαῖς,ὅθεν μὲ δέχεται κορδυβαλλῶδες πέδονσχληροῖσι ταρσοῖς ἀντερεῖδον κρούμασιν.ὅπερ διανύσας ἴχνεσιν ἀλγεινοῖς ἐγὼἐστρωμένην χάλιξιν εἰσέβην ὁδὸνκαὶ δυσπάτητον ὀξέσιν κέντροις λίθων.μεθ’ ἣν ὀλίσθῳ περιπεσὼν λείας ὁδοῦἔσπευδον εἰς τὸ πρόσθε, διάλυτος δέ μουἔσυρεν ὀπίσω πηλὸς ἀσθενῆ σφυρά,δι᾿ ἧς περῶντι νότιος ἐκ μελῶν ἱδρὼςἔρρει βάσιν μου σαθρὰν ἐκλελυμένῳ.ὅθεν μὲ δέχεται πᾶν μέλος κεκμηκόταπλατεῖα μὲν κέλευθος, ἀλλ’ οὐκ ἀσφαλής·τὰ μὲν γὰρ ἔνθεν, τὰ δέ μ’ ἐχκεῖθ’ ὀχήματαἤπειγεν, ἠνάγκαξεν, ἔσπερχεν τρέχειν.ἐγὼ δὲ νωθρὸν ἐλαφρὰ κουφίζων πόδαδόχμιος ἔβαινον εἰς ὁδοῦ πέζαν στενήν,ἕως ἀπήνη παραδράμῃ τροχήλατος·μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον.