Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοιὀρθὼς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳἴσαισι τιμαῖς ἀντισηκώσω χάριν.ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,ἑξῆς τριετίας πειράσῃ κούφων πόνων.ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι,τίνες πότ’ ὄντες καὶ τίνων πεφυκότεςτολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει,τῆς οὐδ’ ὁ Κρονίδας οἶδε νικῆσαι βίαν;λέγετ’, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼἐδάμασα πλείστους, ὥς γ’ ἐπίστανται σοφοί.Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄξετο·ἔθανε δ’ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως·ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει·Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν·ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης·Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχε στόλουἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών,ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχε στόλου·Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέαἐγὼ κατέπεφνον. οὐκ ἄκανθα τρυγόνος.ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες,ἴσην πάθηθε κόλασιν οἷς δεδράκατε.Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει,λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοιγὴν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι·ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε,ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους.Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον.Μύστης με σιγᾶν ὅρκος οὐκ ἐᾷ φράσαι.καὶ λοισθία θνήσκοντος ἐντολὴ πατρός,ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι,ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση,ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν;ἀλλ’ εἶα. τήνδε σύμβασιν συνθώμεθα,καὶ πειράσωμεν εἴτε φαρμάκου σθένοςὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες.