σπυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον,ἄλευρα κυάμων, ἄνθος ᾿Ασσίου λίθου·ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς,βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς;τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάχρυ;ξῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα,στέαρ, αἷμα. μυελός, οὖρον, ἀπόπατος, γάλα.πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος,οἱ δὲ τὸ δι᾿ ὀχτώ, τὸ δὲ δι᾿ ἑπτὰ πλείονες.ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται,ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται,Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών.ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώξειν λέγωκαὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσί μεεἴωθ’ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα·τοῖσι δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι.ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίωνπρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεταιτέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους·πᾶσιν δ’ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου.ὅτ’ ἐπὶ τὰ λουτρὰ φερόμενος βαστάζεται.Ἄτη γάρ, ἣν Ὅμηρος εἶπεν, εἰμ’ ἐγώ,βαίνουσ’ ἐπ᾿ ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶνἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶνΠοδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα.ἀλλ’ εἶα μύσται πάντες ὀργίων ἐμῶν,γεραίρεθ’ ὕμνοις τὴν ἀνίκητον θεάν.Ἀδαμάντινον ἦθος ἔχουσα κόρα,πουλυσθενές, ὀβριμόθυμε θεά,κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς.μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα,τὰν καὶ Διὸς ὠκὺ πέφρικε βέλος,τρομέει δέ σε κύμαθ’ ἁλὸς βυθίας,τρομέει βασιλεὺς ἐνέρων Ἀΐδας,ἐπιδεσμοχαρές, κατακλινοβατές,κολυσιδρόμα, βασαναστραγάλα,σφυροπρησιπύρα, μογισαψεδάφα,