ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,οὐδ’ οἷος ποίμνης ἐπιβόσκεται, οὐδὲ μὲν οἷοςὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,ὄσσε δ’ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν.ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνουἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶςπαρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαιψαῦσαι θ’ ἱμερτοῖο βοός, τοῦ δ’ ἄμβροτος ὀδμὴτηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸνπολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο, καὶ κύσε ταῦρον.αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦΜυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ’ Εὐρώπειαναὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·δεῦθ’ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδεἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσαςνῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τ’ ἐνηὴςπρηΰς τ’ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροιςἄλλοισι προσέοικε· νόος δέ οἱ ἠΰτε φωτὸςαἴσιμος ἀμφιθέει, μούνης δ’ ἐπιδεύεται αὐδῆς.ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,αἱ δ’ ἄλλαι μέλλεσκον. ἄφαρ δ’ ἀνεπήλατο ταῦρος,ἣν θέλεν ἁρπάξας· ὠκὺς δ’ ἐπὶ πόντον ἵκανεν.ἣ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίραςχεῖρας ὀρεγνυμένη, ταὶ δ’ οὐκ ἐδύναντο κιχάνειν.ἀκτάων δ’ ἐπιβὰς πρόσσω θέεν ἠΰτε δελφὶςχηλαῖς ἀβρεκτοῖσιν ἐπ’ εὐρέα κύματα βαίνων.ἣ δὲ τότ’ ἐρχομένοιο γαληνιάασκε θάλασσα,κήτεα δ’ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,γηθόσυνος δ’ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς·Νηρεΐδες δ’ ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ’ ἄρα πᾶσαικητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.καὶ δ’ αὐτὸς βαρύδουπος ὑπείραλος Ἐννοσίγαιος