Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ’ ἠώς,ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζωνλυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων·τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισιΦοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπειαὠίσατ’ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,ἄσσιον ἀντιπέρην τε· φυὴν δ’ ἔχον οἷα γυναῖκες.τῶν δ’ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ’ ἄρ’ ἐῴκειἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,φάσκεν δ’ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.ἡ δ’ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσινεἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷοἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.ἣ δ’ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.ἑζομένη δ’ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δὲεἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένον αὐδήν·τίς μοι τοιάδε φάσματ’ ἐπουρανίων προΐηλεν;ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισινἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,τίς δ’ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;ὥς μ’ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.ὣς εἰποῦσ’ ἀνόρουσε, φίλας δ’ ἐπεδίζεθ’ ἑταίραςἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,τῇσιν ἀεὶ συνάθυρεν, ὅτ’ ἐς χορὸν ἐντύνοιτο,ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,ἢ ὁπότ’ ἐκ λειμῶνος ἐΰπνοα λείρἰ ἀμέργοι.αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ’ ἐν χερσὶν ἑκάστηἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινονἀγχιάλους, ὅθι τ’ αἰὲν ὁμιλαδὸν ἠγερέθοντοτερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια,θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο,ὃν Λιβύῃ πόρε δῶρον, ὅτ’ ἐς λέχος Ἐννοσιγαίουἤϊεν· ἣ δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ,