κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθουαὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντοΤρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοιςτῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃεἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μινδεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην.ἣ δ’ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ,ἀλλ’ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων,ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθαἀργαλἔ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσανδειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσαὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.ποῖόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή;ἦ ἄρα τις θεός ἐσσι· θεοῖς γ’ ἐπεοικότα ῥέζεις.οὔθ’ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροιἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντονἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ’ ἀερθεὶςεἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμαπατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοΐ τῷδεξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.ἀλλὰ σύ μοι μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιεἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαιτόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο.οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠΰκερως βοῦς·θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναιταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.σὸς δὲ πόθος μ’ ἀνέηκε τόσην ἅλα μετρήσασθαιταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη,ἥ μ’ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖοἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας,