ἥτε οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ’ Εὐρωπείῃμήτηρ Τηλεφάσσα περικλυτὸν ὤπασε δῶρον.ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα.ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ,εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ’ οὐκ εἶχε γυναίην.φοιταλέη δὲ πόδεσσιν ἐφ’ ἁλμυρὰ βαῖνε κέλευθα,νηχομένῃ ἰκέλη· κυανῆ δ’ ἐτέτυκτο θάλασσα.δοιοὶ δ’ ἕστασαν ὑψοῦ ἐπ’ ὀφρύος αἰγιαλοῖοφῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν.ἐν δ’ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶπόρτιος Ἰναχίης, τὴν δ’ ἑπταπόρῳ παρὰ Νείλῳἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ’ ἄρα πόρτιςχαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιοἙρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστοἌργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.τοῖο δὲ φοινήεντος ἀφ’ αἵματος ἐξανέτελλενὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ,ταρσὸν ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς·χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός.τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον.τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον,ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζελειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειρανδρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσαἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα,οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.οὐ μὴν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν,οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ̓, ὡς ἐόλητοθυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσιΚύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρηςπαρθενικῆς τ’ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαικρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος