οἳ σκηπτοῦχοι ἄνακτες ἐπὶ χθονίοισιν ἔσονται.ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. Φαίνετο μὲν δὴΚρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν,λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι.ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ’ αὐτίκα νύμφη,καὶ Κρονίδῃ τέκνα τίκτε καὶ αὐτίκα γίνετο μήτηρ.