ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον,κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων·ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,ἣ δίκη ἔσθʼ ἱκέτῃσι, τίον δέ ἑ κηρόθι μᾶλλον.ζῶε δʼ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,ᾗ ἀλόχῳ· τάχα δʼ ἄμμες ἐπιπλομένων ἐνιαυτῶνγεινόμεθʼ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,ὃς προλιπὼν σφέτερόν τε δόμον σφετέρους τε τοκῆαςᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,σχέτλιος· ἦ που πολλὰ μετεστεναχίζετʼ ὀπίσσωἣν ἄτην ὀχέων· ἣ δʼ οὐ παλινάγρετός ἐστιν.αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχʼ ἡνία φοινικόενταἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξωνἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσοςΦοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.τὸν δʼ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·ἠθεῖʼ, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τετιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα·οἷον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τεσὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχισταδίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τεμαρνώμεσθʼ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸνοὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴωφεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιοφυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείηθυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦὑσμίνη τρηχεῖα· σὺ δʼ ὡς πάρος ἦσθα δαΐφρων,ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην