ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖανἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον ἈμφιτρύωναἈλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράωνεἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζετάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάωντοῖον ἄηθʼ οἷόν τε πολυχρύσου Ἀφροδίτης.ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖανἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτινόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦενπρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμωνἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμαςἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν·τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχισταἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τεΒοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοιἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιοκυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τεἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσινἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτιςΦίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνηςεὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώταςὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·