πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι.ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεκαλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκεΠαλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότʼ ἔμελλετὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρονδεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρηνκαββάλετʼ ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες.πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον,μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθεμόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.εἵλετο δʼ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ,κρατὶ δʼ ἔπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,ἥτʼ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸοὔτʼ ἔρρηξε βαλὼν οὔτʼ ἔθλασε, θαῦμα ἰδέσθαι.πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τʼ ἐλέφαντιἠλέκτρῳ θʼ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷλαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο.ἐν μέσσῳ δʼ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς·τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων,δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπουδεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσωκάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσηςΣειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,ἐν δʼ Ὅμαδός τε Φόβος τʼ Ἀνδροκτασίη τε δεδήει,ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δʼ ὀλοὴ Κὴρἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.