τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητανούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσαςἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτιτερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳΘήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνοςαὐτὸν καὶ πατέρα ὃν Ἄρην, ἄατον πολέμοιο,τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποινύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήεικοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων.ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζονἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων,ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τεχαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίουλάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ·πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνουἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναιπλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοιἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην