ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιοἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,δεινὴ δέ σφʼ ἰαχὴ ἄραβός θʼ ἅμα γίγνετʼ ὀδόντων·οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι,πέτρῃ ἔφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχονταιαἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιοπίονος, ἥν τʼ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρἰῷ ἀπὸ νευρῆς, αὐτὸς δʼ ἀπαλήσεται ἄλλῃχώρου ἄιδρις ἐών· οἳ δʼ ὀτραλέως ἐνόησαν,ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο·ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.ἔνθʼ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸνκτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,οὐδʼ ἔρρηξεν χαλκόν· ἔρυτο δὲ δῶρα θεοῖο.Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷαὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείουἤλασʼ ἐπικρατέως· ἀπὸ δʼ ἄμφω κέρσε τένοντεἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός.ἤριπε δʼ, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκηἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ·ὣς ἔριπʼ· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.τὸν μὲν ἔπειτʼ εἴασε Διὸς ταλακάρδιος υἱός,αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,ὅς τε μάλʼ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσισχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·ἐμ μένεος δʼ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·γλαυκιόων δʼ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμουςοὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸνἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι·τοῖος ἄρʼ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ·ἀμφότεροι δʼ ἰάχοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.ὡς δʼ ὅτʼ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,μακρὰ δʼ ἐπιθρῴσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησενὑψηλός· τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει·τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης