κεκληγὼς ἐπόρουσεν· ὃ δʼ ἐμμαπέως ὑπέδεκτο.αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδʼ ἔχουσα·δεινὰ δʼ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα·Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαιἩρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·ἀλλʼ ἄγε παῦε μάχην, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο.ὣς ἔφατʼ· ἀλλʼ οὐ πεῖθʼ Ἄρεος μεγαλήτορα θυμόν,ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τʼ ἔγχεα πάλλωνκαρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃκακτάμεναι μεμαώς· καί ῥʼ ἔμβαλε χάλκεον ἔγχος,σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνηἔγχεος ὁρμὴν ἔτραπʼ ὀρεξαμένη ἀπὸ δίφρου.δριμὺ δʼ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δʼ ἄορ ὀξὺἔσσυτʼ ἐφʼ Ἡρακλέα κρατερόφρονα· τὸν δʼ ἐπιόνταἈμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιοοὔτασʼ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξεδούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππουςἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείηςἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειταἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον.υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος ἸόλαοςΚύκνον σκυλεύσαντες ἀπʼ ὤμων τεύχεα καλὰνίσσοντʼ· αἶψα δʼ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντοἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνηἐξίκετʼ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.Κύκνον δʼ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,οἵ ῥʼ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆοςἌνθην Μυρμιδόνων τε πόλιν κλειτήν τʼ ἸαωλκὸνἌρνην τʼ ἠδʼ Ἑλίκην· πολλὸς δʼ ἠγείρετο λαός,τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.τοῦ δὲ τάφον καὶ σῆμʼ ἀιδὲς ποίησεν Ἄναυροςὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν ἈπόλλωνΛητοΐδης ἤνωξʼ, ὅτι ῥα κλειτὰς ἑκατόμβαςὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.