τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃοὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸνπαντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθηχερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνατῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖανπαῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιοπέτραι ἀποθρῴσκωσιν, ἐπʼ ἀλλήλῃς δὲ πέσωσι,πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δέ τε πεῦκαιαἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέωνῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται,ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ ἸαωλκὸςἌρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσαφωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷθεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς.κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαικάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαιἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόνταδοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντιλείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου.ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδεινἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴνἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσιτούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται,οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος·τὴν ὥρην μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.