εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαοςδίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσωνΚύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.ἄλλο δέ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιοὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστινοὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων,νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαοςσμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆςῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνηαἰγίδʼ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα.τοὶ δʼ ἄμυδις προγένοντʼ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,Κύκνος θʼ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.τῶν ἵπποι μὲν ἔπειθʼ ὑπεναντίοι ἀλλήλοισινὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππουςἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθουεἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνωἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖΤρηχῖνος προβέβηκε, σὺ δʼ εὖ μάλα οἶσθα καὶ αὐτός·τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴνἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναιἔγχεος ἡμετέρου, ὅθʼ ὑπὲρ Πύλου ἠμαθόεντοςἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.