ἔνθεν δʼ αὖθʼ ἑτέρωθε νέοι κώμαζον ὑπʼ αὐλοῦ,τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇτοί γε μὲν αὖ γελόωντες ὑπʼ αὐλητῆρι ἕκαστοςπρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τεἀγλαΐαι τʼ εἶχον. τοὶ δʼ αὖ προπάροιθε πόληοςνῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δʼ ἀροτῆρεςἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶναςἐστάλατʼ. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμωναἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν·οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,οἳ δʼ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρωνλευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχοςχρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντοπύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευνἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳδῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρωνἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππουςῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντοἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν.οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιννίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον.τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατʼ αὐτὸνκύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶνῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο.θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰςἭφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸςπάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου,