πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντεςμάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργωνχαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς,ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσιχεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσιδειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺςΚῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τεδῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντοαἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιενκείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷβάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇενΤάρταρον ἐς κρυόενθʼ. αἳ δὲ φρένας εὖτʼ ἀρέσαντοαἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσωνἌτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλʼ ἄρα ἥ γετῶν γε μὲν ἀλλάων προφερής τʼ ἦν πρεσβυτάτη τε.πᾶσαι δʼ ἀμφʼ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.δεινὰ δʼ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,ἐν δʼ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν.τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶναἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖαεἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,δάκρυσι μυδαλέη. παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν·χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαιἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τετέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνηςἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει·τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζεχερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαιπρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴνἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.