ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸςχρυσείῃ φόρμιγγι· θεῶν δʼ ἕδος ἁγνὸς Ὄλυμπος·ἐν δʼ ἀγορή, περὶ δʼ ὄλβος ἀπείριτος ἐστεφάνωτοἀθανάτων ἐν ἀγῶνι· θεαὶ δʼ ἐξῆρχον ἀοιδῆςΜοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσηςκυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιοκλυζομένῳ ἴκελος· πολλοί γε μὲν ἂμ μέσον αὐτοῦδελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντεςνηχομένοις ἴκελοι· δοιὼ δʼ ἀναφυσιόωντεςἀργύρεοι δελφῖνες ἐθοινῶντʼ ἔλλοπας ἰχθῦς.τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκταῖςἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶνἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ,θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήειςχρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτοχαλκέου ἐκ τελαμῶνος· ὃ δʼ ὥς τε νόημʼ ἐποτᾶτο·πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶχρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτοςκεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼςΠερσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετʼ αὐτὸνΓοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντοἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντοςβαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντεδοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα.λίχμαζον δʼ ἄρα τώ γε· μένει δʼ ἐχάρασσον ὀδόνταςἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοιςΓοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δʼ ὑπὲρ αὐτέωνἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες,τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήωνλοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.