ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων,οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν·τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτοἈμφιτρυωνιάδης, τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα.στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.ἐν δὲ συῶν ἀγέλαι χλούνων· ἔσαν ἠδὲ λεόντωνἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε.τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γεοὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω.ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροιδοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸναἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντεςκείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάωνΚαινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τεὉπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τεΜόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος,Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες.Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντοἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴνἌρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντακαὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντεςἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποιχρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρηςαἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζωνδίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τεἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαναἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν.