μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείηνμιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσαςναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς ὨκεανίνηΠερσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιοκούρην Ὠκεανοῖο τελήεντος ποταμοῖογῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητιγείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες,νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαιΜοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαιἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητινειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσηςπάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃονΑὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳμιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,