Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τεκαί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσινὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖοἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιοἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντοκαλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν ἭρηνἈργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν ἈθήνηνΦοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιρανἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ ἈφροδίτηνἭβην τε χρυσοστέφανον καλήν τε ΔιώνηνΛητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτηνἨῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε ΣελήνηνΓαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαινανἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζονδρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴνθέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς