λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτεμιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειανδεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνηνπότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσαγείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸνἭφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιοκούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺνδείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίωνκάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνηνκύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τεπὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖαἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίωνπλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντωνἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου ἘννοσιγαίουΤρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσηςπυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτιναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηιῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτεδεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγαςἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν