Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείηβοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβηςπαῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτηὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖςνηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆοςΑἰσονίδης βουλῇσι θεῶν αἰειγενετάωνἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρηνΑἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν,Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε ΧείρωνΦιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος,ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάωνΑἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην,Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζαγείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος ΚυθέρειαἈγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητιἼδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης.Κίρκη δʼ, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο,γείνατʼ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητιἌγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·Τηλέγονον δʼ ἄρʼ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράωνπᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.Ναυσίθοον δʼ Ὀδυσῆι Καλυψὼ δῖα θεάωνγείνατο Ναυσίνοόν τε μιγεῖσʼ ἐρατῇ φιλότητι.αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαιἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.