αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσεινΓαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆνἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτινπλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνηντέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσαςαἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺνΓαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴνἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειανἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶνἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσιθνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους,Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάωνλυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺςἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.Μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντοἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.