πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμποςὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντονβροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσαςἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτοςοὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖαἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣςτέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισιθαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳτήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆαςναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσανἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπωνπιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.