εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖταςἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτιςεἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντοςπόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντοςἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασινἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸςἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντωνΤιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροιδώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόνταγαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς,ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρηΤαρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμωνἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσωνθεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσιπαντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρφθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτεταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳκαί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖασμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε