ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιογεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶπάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμισταςἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύωναἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖςβλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσιῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονταιαἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνοςἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαιφίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸςΜουσάων θεράπων κλέεα προτέρων ἀνθρώπωνὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέωνμέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντοκαὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθενοἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάωνὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντοἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαιἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειταΓαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,