Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃσκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπουδώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαιθεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντωνὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς ὈλύμπουΜοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσαΜνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺςνόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραιμηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴμέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσινἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαιμέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαιναὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρεινισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκασταἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τεΤερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τεΚαλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.