λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπωνδάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇΟὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειταΟὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τεΘείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τεΦοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέωνκυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντοτρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκονταἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆιἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳΟὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρηστεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.