οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσηςἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορνηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσινἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντεςἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείηςἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσεινηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόνταςσαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύωνἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖοπρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίειμακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντηκίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶριςἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηταικαί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαιτηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιοὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείηςἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαινανὨκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσηςδίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσονβρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδοςστρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.