τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμωνοὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμωνἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξτριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθενγῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντικεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταοχώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέωνχαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμοςναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντοςπόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντοςἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασινἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸνοὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσιτοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺνἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσινἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαιἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸνχάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζεἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσαγαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσαμίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺςἨέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν