ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖαΤάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντακεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γεεἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσανφαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπουἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντοχειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντεςταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζεκαιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθραπόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴΤιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανενἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντωναὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄνταὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαιαὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεπίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρειτῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζονβροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τεἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρεισμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντεςἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειρανΚόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶνπέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσιΤιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείηςπέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησανχερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·