πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισινίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάνταΤιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτουςφαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇμνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντεςἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντοςἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶνἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτιμαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸςμᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειρανπάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδεδεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντοπᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκονταἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇπέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγαςπροφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινονἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺςσειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος