Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργωνἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶνμὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτοχήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴςζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονταιχηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζειἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίηνθυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺςτοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκηςκαὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷΚόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδοςκαὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης.ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντεςεἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξεσὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντεςΤιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντεςσυνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴοὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,