ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶοὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιοθνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖοκλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴνἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήειςπαρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνηἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρηνδαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήειςἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσινοὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαικηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλουςἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας