δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλονδεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντηνυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸςἩρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκενἸαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάωνοὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴηπλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποιΜηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷδασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃεὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτηςἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼςγνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷθνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπωνκαίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.