ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαινανπρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσαἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξενΟὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺνσχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσωἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴςλείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσαςτιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖαηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶνΓαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶςὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτηςνικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείηςΠυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖοσῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶνΟὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸνκαὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνηνἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέαποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέαὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκαπαρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺςεἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷεἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκηςπείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.