εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶνποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσαπᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνηνὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλονἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίεινηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον ἘννοσίγαιονΖῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστοςνηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνωνἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναικαὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύωνπαῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶντέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆαςτοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσαπαῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖοπαίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαιἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρηΚρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.