τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρονὍρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτιςγουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων,κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσαγείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίηςπείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνηνΣτρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρονΦᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνηνΝέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τεΓρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε ΣιμοῦνταΠηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε ΚάικονΣαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τεΕὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖανἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτικαὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τεΔωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴςἹππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τεΖευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τεΠληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε ΔιώνηΜηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς ΠολυδώρηΚερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπιςΠερσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τεΠετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τεΜῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε ΚροκοπεπλοςΧρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα ΚαλυψὼΕὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε