ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰςγένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίειβροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆαμιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείηβουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπουςΤίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον ὨκεανοῖοὌρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνασταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸςθνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τεαἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃτηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητιδεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸνΚέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖανΛερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρηἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷἈμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ ἸολάῳΗρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·