καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντοπρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνηςπάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε ΣελήνηνἨῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνειἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.Κρίῳ δʼ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσαἈστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάωνΠέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθονκαὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένειαἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσαΖῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνηἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴςἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστονἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιντὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδεσὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,