πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τεΕὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τεΚυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσαΠασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυςκαὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ ἈγαυὴΔωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τεΝησαίη τε καὶ Ἀκταίη καὶ ΠρωτομέδειαΔωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς ΓαλάτειαἹπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυςΚυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳπνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ ἉλιμήδηΓλαυκονόμη τε φιλομμειδὴς καὶ ΠοντοπόρειαΛηαγόρη τε καὶ Εὐαγόρη καὶ ΛαομέδειαΠουλυνόη τε καὶ Αὐτονόη καὶ ΛυσιάνασσαΕὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμοςκαὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε ΜενίππηΝησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τεΝημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντοκοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατραἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶρινἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονταιὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄουςἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσινἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖοἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτηςἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,