τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸςγεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχεμοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τετέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκεπαῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαιἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαινανκαὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσανοὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖοχρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσιγεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ ΦιλότηταΓῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόενταΛήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόενταὙσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τεΝείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τεΔυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπουςπημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέωνλήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα ΦόρκυνΓαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃονΕὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων