αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντοςτεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητεπείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβηνὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶνφθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτηςἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμιἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζωἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶνἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθηπάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶσκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπηνμακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸςἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαιἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶνγείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντικάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸςἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρηἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισινἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίηποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτηνἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειανκικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷθρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.